Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1539.-1545.

τί μ’, ὦ παρθένε
: διὰ τί, ὦ παρθένε, ὁδηγίαις τῆς τυφλῆς πορείας ἐξήγαγές με εἰς φῶς, προσκαλεσαμένη τοῖς δάκρυσι τὸν ἀεὶ ἐν λέχει καὶ κοίτῃ ὑπάρχοντα; I. ὅλως ἐν πᾶσιν
ὁ Εὐριπίδης πτωχοποιός ἐστι, καὶ νῦν ὁ Οἰδίπους οὐδὲ ὁδηγὸν αὐτῷ ἔχει ἐν τῇ πατρίδι ὢν, ἀλλὰ καὶ μόνος ἐκπορεύεται ἑαυτὸν ὁδηγῶν, τάχα δὲ τῶν παρόντων κακῶν πάντες ἐξῆλθον θεαταὶ γενέσθαι· διὸ μεμονωμένον θεράποντος τὸ Οἰδίποδος πρόσωπον ἔξεισι. λεχήρη δέ φησι τὸν ἀεὶ ἐν λέχει καὶ σκότει ὑπάρχοντα. τὸ ἑξῆς τοῦ νοῦ, διὰ τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος, ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν. ἀλλὰ τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατ’ ἰδίαν προενεκτέον· τί με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί· ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα, ἢ ὡς σκιᾶς ὄνειρον. A.B. C.M.I.

τί μ’, ὦ παρθένε
: διὰ τί δὲ, ὦ παρθένε, σὺν ἐλεεινοτάτοις δακρύοις ἐξελθεῖν ἐποίησας ἐκ τῶν ζοφερῶν θαλάμων ἐρείσμασι τυφλοῦ ποδὸς κλινήρη ὄντα ἐμὲ, τὸν ὑπάρχοντα εἴδωλον ἀφανὲς τοῦ ἀέρος πολιὸν, ἢ νεκρὸν καταχθόνιον, ἢ πτηνὸν ὄνειρον; Gr. Cant.