Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ἐλελίζω
: ταραττομένη ἀγωνιῷ. Cant. γρ. ἐλελίξῃ. ταράττῃ, θρηνήσεις. Gu.

1514.-1522.

τίς ἄρ’ ὄρνις
: καὶ τίς ἄρα ὄρνις καθεζομένη ἐπὶ κλάδοις τοῖς κατ’ ἄκρον κομῶσιν ἢ δρυὸς ἢ ἐλάτης, στερηθεῖσα τῆς μητρὸς, συνῳδὸς καὶ σύμφωνος ἔσται τοῖς ἐμοῖς ὀδυρμοῖς ἐν ἄχεσι καὶ λύπαις εἰς αἴλινον καὶ θρῆνον, ἐν αἰάγμασι καὶ θρηνητικοῖς ἀπηχήμασιν· ἥτις ἐπὶ τούτοις κλαίω, μόνη δὲ τὸν ἀεὶ χρόνον, ἤτοι διὰ παντὸς, ἠχήσω καὶ θρηνήσω, διάξουσα τὴν ζωὴν ἐν σταζομένοις δακρύοις. I. τίς ἄρα ὄρνις ἐστερημένη τῆς μητρὸς, ἑζομένη καὶ καθημένη ἐν τοῖς κλάδοις τῆς δρυὸς ἢ ἐν τοῖς κλάδοις τῆς ἐλάτης τοῖς εἰς ἄκρον κομῶσιν ἐστὶν ἐν τοῖς οἰκείοις ἄχεσι συνῳδὸς καὶ συνθρηνήτρια τοῖς ἐμοῖς ὀδυρμοῖς. (λαμβάνων δὲ κατὰ συνεκδοχὴν τὸ κλάδοις καὶ εἰς τὸ δρυὸς καὶ εἰς τὸ ἐλάτης, εἰς μὲν τὸ δρυὸς γυμνὸν τίθει, εἰς δὲ τὸ ἐλάτης μετὰ τοῦ ἀλκροκόμοις.) ἥτις ἐν τοῖσδε τοῖς νεκροῖς κλαίω ἐν αἰάγμασι καὶ θρήνοις αἴλινον καὶ κλαυθμόν, (τοῦτο κομματικὸν οὕτω.) διαβιβάσουσα μονάδα καὶ μεμονωμένον αἰῶνα, ἅτε πάντας τοὺς ἐμοὺς ἀπολέσασα ἰαχήσω καὶ θρηνήσω τὸν ἀεὶ χρόνον ἐν δάκρυσιν ἐκ τῶν ἐμῶν ὀμμάτων καταφερομένοις. Gu.

1514.

τίς ἄρ’ ὄρνις
: ἀηδόνα φησὶν ἢ χελιδόνα, εἰς ἃς μετεβλήθησαν Πρόκνη καὶ Φιλομήλα. C.M. Gu.