Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1506.

δυσξυνέτου
: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς, ἐπεὶ πᾶσι δυσνόητον ἦν τὸ αἴνιγμα, πλὴν τοῦ Οἰδίποδος μόνου· διὰ γὰρ τοῦτς συνετὸν ἐπὶ τοῦτο εἴρηκε τὸ μέλος, πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν· ξυνετὸν γὰρ τὸ σαφές. Ἄλλως. τῷ Οἰδίποδι ξυνετόν· ἀπὸ κοινοῦ δὲ τὸ Σφιγγός. τινὲς δὲ συνετὸν τὸ βαθύτατον. A.B. C.I.

ὅτε δυσξυνέτου
: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε· ὁ δὲ λόγος, ἥτις Ἐριννὺς τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν, ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα, τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς, γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου· φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ. A.C.M.

μέλος ἔγνω
: τὸ αἴνιγμα εἶπεν, ἐπεὶ μετὰ μέλους τινὸς προέφερεν αὐτὸ ἡ Σφίγξ· διὸ καὶ ἀοιδοῦ Σφιγγὸς εἶπεν. B.C.M. I.