Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1499.

τίνα δὲ προσῳδόν
: συνῳδήτριαν. B. θρηνητικὴν στοναχήν. συνῳδὸν ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός ἀναστρεπτέον· τουτέστι πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον, ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω· ἢ τὸ προσῳδὸν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, οὐκ ἀποδιαιρουμένης τῆς πρός, ἵν’ ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον, ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω, προσᾴδοντα, φησὶ, καὶ ἁρμόζοντα τοῖς νῦν πάθεσι; A. C.M.