Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1485.-1492.

οὐ προκαλυπτομένα
: οὐ καλύπτουσα τὰ ἁβρὰ καὶ τρυφερὰ τῆς παρειᾶς τῆς βοστρυχώδους, οὐδὲ τὸ ὑπὸ τῆς παρθενίας παρθενικὸν φοίνιγμα τὸ ὑπὸ τοῖς ὀφθαλμοῖς, λέγω τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὸ ἐν τῷ προσώπῳ, αἰδουμένη, φέρομαι βάκχη, ἤτοι ὑπουργὸς, τῶν νεκύων, δικοῦσα καὶ ῥίψασα ἀπὸ τῆς ἐμῆς κόμης τὸ σκέπασμα, ἀφεῖσα τὴν ἀνθηρὰν στολὴν, τὴν ἁρμόζουσαν τῇ τρυφῇ, τὴν ἀπὸ κρόκου βεβαμμένην, διὰ ἡγεμόνευμα, ἤτοι διὰ προπομπὴν, τῶν νεκρῶν πολύστονον καὶ πολλῶν στεναγμῶν πλήρη. Gr. I.

οὐ προκαλυπτομένα
: οὐκ ἔμπροσθεν τῆς παρειᾶς τῆς πλησίον τῶν βοστρύχων οὔσης σκεπομένη, τρυφῶσα λέγω· τοῦτο γάρ ἐστι τὸ ἁβρά· ἤγουν οὐκ ἐπανθεῖ τῷ προσώπῳ μου αἰδὼς, ὡς παρθένου. ὅτι δέ ἐστι τοῦτο δηλοῖ καὶ αὖθις λέγουσα, οὐδὲ αἰδουμένη ὑπὸ παρθενίας φέρομαι τὸν ὑποκάτω τῶν βλεφάρων, ἤτοι τὸν ἐν ταῖς παρειαῖς, γινόμενον φοίνικα, τὸ ἐρύθημα λέγω τοῦ προσώπου, ὅπερ αἱ παρθένοι πάσχουσιν, ἡνίκα αἰδοῦνται, βάκχη οὖσα, οὐ Διονύσου, ἀλλὰ νεκρῶν· ὥσπερ γὰρ ἐκεῖναι ἄνετον τὴν κόμην ἔχουσαι προπορεύονται τοῦ θεοῦ, οὕτω καὶ ἐγὼ ὑπάρχω πολύστονον ἁγεμόνευμα τοῖς νεκροῖς, τουτέστι προπορεύομαι τῶν ἀδελφῶν ἐν ὀδυρμοῖς, ῥίψασα τὰ κρήδεμνα καὶ τὰ ἐν τῇ κεφαλῇ σκεπάσματα, ἀνεῖσα καὶ ἀποπέμψασα τὴν ἀνθηρὰν στολίδα τῆς τρυφῆς, ἤγουν τὸν κόσμον, ᾧ κοσμοῦνται ἐν τῇ κεφαλῇ αἱ παρθένοι τρυφῆς ἕνεκα. Gu.

οὐ προκαλυπτομένα
: Ἀντιγόνη τραγῳδεῖ· νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω, καθάπερ βάκχη τις, ἐπὶ τοὺς νεκροὺς, ἀπορρίψασα τὸ κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τὴν τῆς ἐμῆς
τρυφῆς, τουτέστιν ἣν, ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην· ἀπάρχομαι θρῆνον τοῖς νεκροῖς· οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός. Ἄλλως. ἀπρεπῶς εἰσβέβληκε καὶ οὐ παρθενικῶς. τίνι γὰρ ἀπολογεῖται, εἰ μὴ τῷ θεάτρῳ; Ἄλλως. οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βο- στρυχώδους παρειᾶς· βοστρυχώδη δὲ εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν. A.B. C.M.I. Ἄλλως. οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἄνθη τῆς παρηΐδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους, λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα. μὴ γοῦν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένῳ αἰδομένῃ τὸν ἐν προσώποις φοίνικα, ταυτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῷ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα καὶ παρθένος προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη, ἀλλὰ νεκρῶν καὶ Ἄιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλόδεσμα ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα. A.