Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1477.

νεκροὺς φέρουσιν
: τὸ νεκροὺς πρὸς τὸ φίλους σύναψον
οὕτω· φέρουσι τοὺς θανόντας νεκροὺς φίλους, ὥστε οἰκτίσαι αὐτούς· τουτέστιν, ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης, ἐπεὶ βασιλεῖς ἦσαν Καδμείων, φίλοι ἦσαν αὐτοῖς, ὥστε καὶ ἀποθανόντες νεκροὶ φίλοι εἰσίν. (Bar. Gu.) ἢ τὸ νεκροὺς φίλους ἀντὶ τοῦ τοὺς, ὅτε ἀπέθανον, φίλους γενομένους· ζῶντες μὲν γὰρ διίσταντο, τῷ δὲ θανάτῳ συνῆλθον ἀλλή λοις. οὕτως, εἰ συνάψεις τὸ νεκροὺς πρὸς τὸ φίλους, ἐρεῖς· εἰ δὲ μὴ συνάψεις, οὕτω· φέρουσι τοὺς θανόντας νεκροὺς, ὥστε τοὺς φίλους αὐτῶν οἰκτίσαι καὶ ἐλεῆσαι αὐτοὺς ἀθλίως ἀπολωλότας. Gu.

οἰκτίσαι
: ὥστε κλαῦσαι, θάψαι. I. θάψαι. B. rec. M.