Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1408.

τὸ Θεσσαλὸν εἰσήγαγε σόφισμα
: Θεσσαλὸν σόφισμα λέγεται ὅταν ποιῇ τις ἑαυτὸν εἶναι ἀσθενῆ, ὄντα ἰσχυρὸν, ἢ ὄντα πλούσιον, καὶ ποιῇ ἑαυτὸν πτωχόν. C. παροιμία τὸ Θεσσαλὸν σόφισμα, τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν· Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν, ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείνους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης
ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ, μηδ’ ἄλλως εὐαγὲς εἶναι, καὶ ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι, τὴν θυσίαν ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τούτῳ τὸν Ἐτεοκλῆν σοφισάμενον τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης
Πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖς.
καὶ Ἀριστοφάνης ἐν Πλούτῳ
Ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
καὶ ὁ ῥήτωρ εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις. ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις
Γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν.
οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικὸν, οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλ’ ὡς δι’ ἀπάτης νικώντων. A. B.C. M. I. Ἄλλως. σόφισμα λέγει τὴν ἀπάτην, παρόσον οἱ Θετταλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑπονοήσας γὰρ τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει, τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν, οὕτως ἔτρωσε διαμπάξ. A. C.M. ἤγουν μηχανὴν εἰσήγαγε τῇ μάχῃ, ἣν ἂν Θετταλὸς ἐπενόησεν· ἀφ’ ὧν πάροιμία, τὸ Θετταλικὸν σόφισμα. Gr. Cant. τὸ Θετταλὸν σόφισμα ἢ ἀντὶ τοῦ ὃ ποιοῦσιν οἱ Θετταλοὶ πρὸς πόλεμον, ἢ ἐπειδὴ καὶ οἱ Θετταλοὶ πανοῦργοι. ἦν δὲ καὶ ὃ Ἐτεοκλῆς ἐποίησε πρὸς τὸν Πολυνείκην πανουργία καὶ οἱονεὶ Θετταλικὸν σόφισμα. Gu.

ὁμιλίᾳ χθονός
: ὡσεὶ ἔλεγεν ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος, διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον, ἐκ Πύλου ἐλθών. καὶ νῦν δὲ
μετὰ Τρώεσσιν ὁμιλεῖ. ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ. τουτέστι συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο. A.B.C. M.I. συνελεύσει. Fl. 33. ἐπιθυμίᾳ τῆς βασιλείας. Gu. κλίσει, πλησιασμῷ πρὸς τὴν γῆν. Gr. τουτέστι πρὸς γῆν κάμψας τὸ γόνυ. Gu. Cant.