Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

13.

γαμεῖ δὲ Λάϊος
: Ἐπιμενίδης Εὐρύκλειαν τὴν Ἐκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάϊόν φασι γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τὴν μητέρα γεγαμηκέναι, καὶ Εὐρυγάνην.
Αἰγύπτιος δέ φησιν ὡς ἐκ χρησμοῦ τοὺς παῖδας ἀκούσας ἀλληλοκτονήσειν ἐξέθηκε τὸν Πολυνείκην, Μήστωρ δὲ ἀμφοτέρους ἐκτεθῆναι. A.B. C.I. ἡ δὲ ἱστορία αὕτη. Λάϊος ἀπὸ Θηβῶν παραγενόμενος εἰς Ἦλιν ἐθεάσατο Χρύσιππον τὸν Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας ἅμα αὐτῷ. μὴ πείσας δὲ αὐτὸν ἥρπασε Λάϊος. μαθὼν δὲ ὁ Πέλοψ περὶ τούτου κατηράσατο τῷ ἑλόντι αὐτὸν μὴ κτήσασθαι παῖδα· εἰ δὲ κτήσαιτο, ὑπ’ αὐτοῦ ἀναιρεθείη. A. rec.