Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1270.

τίν’, ὦ τεκοῦσα
: ἔκπληξιν τοῖς φίλοις ἀϋτεῖς. ὁ δὲ νοῦς, τίνα, ὦ μῆτερ, καινὴν ἑτέραν συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγγέλλεις; τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους. A.B. M.I. τὸ φίλοις διπλῶς νοητέον· ἢ τοῖς φίλοις, ἤγουν ἐμοὶ τῇ φίλῃ σοι θυγατρὶ, ἢ τοῖς φίλοις, ἤτοι Ἐτεοκλεῖ καὶ Πολυνείκει, τοῖς ἐμοὶ καὶ σοὶ προσφιλέσιν, ἵν’ ᾖ οὕτως, τίνα, ὦ μῆτερ, ἔκπληξιν τοῖς φίλοις, τῷ Ἐτεοκλεῖ λέγω καὶ Πολυνείκει, νέαν καὶ νεωστὶ φανεῖσαν ἀϋτεῖς καὶ βοᾷς, τουτέστι τί νέον λέγεις περὶ τῶν φίλων, ὃ πᾶς τις ἀκούσας
ἐκπλαγήσεται. Gu. ὦ μῆτερ, ἡ τεκοῦσά με, τίς ἐστιν ἡ καινὴ βοὴ, ἡ ἐκπληκτικὴ, ἣν βοᾷς ἡμῖν τοῖς φίλοις ἱσταμένη ἔμπροσθεν τῶν δωμάτων. Gr. Cant.

ἔκπληξιν
: συμφοράν. M.