Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1200.

καλὸν τὸ νικᾶν
: καλὸν τὸ νικᾶν ἐστίν· εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ, εὐτυχοίην ἄν. λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς. A. B.C.M.I.

καλὸν τὸ νικᾶν
: καλόν ἐστι νικῆσαι ἡμᾶς τοὺς πολεμίους· ἐὰν δὲ ἔχωσιν οἱ θεοὶ κρείττονα γνώμην, διαλλάξαι λέγω πρὸς ἀλλήλους τοὺς ἀδελφοὺς, εἴην ἂν εὐτυχὴς ἐγὼ, ἤγουν, τοῦτο κάλλιστον καὶ εὐτυχία τῆς πόλεώς ἐστι καὶ ἄμεινον τοῦ νικᾶν. Gu.

εἰ δ’ ἀμείνονα
: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς, γένοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνωσι, καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλ’ οὖν ἐγὼ διαφύγοιμι. A.B.C.M.I.

εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως ἡττηθήσονται οἱ Θηβαῖοι. ἐγὼ οὖν ὁ χορὸς σωθείην, διαφύγοιμι. B.C.M.