Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1133.

ὑπόνοιαν ἡμῖν
: μὴ λάβῃς ἔξωθεν τὴν εἰς πρόθεσιν εἰς τὸ ὑπόνοιαν, ὥς τινές φασιν, ἀλλ’ οὕτω λέγε· ἐπῆν δὲ καὶ ὑπῆρχεν ἐπὶ τῆς ἀσπίδος ἐν σιδηρονώτοις τύποις γίγας γηγενὴς, καὶ ἐκ τῆς γῆς γεννηθεὶς, φέρων ἐπὶ τοῖς ὤμοις ὅλην τὴν πόλιν, ὑπόνοιαν καὶ ὑποψίαν οἷα πείσεται ἡ πόλις αὕτη· τουτέστι τὸ φέρειν ἐπὶ τοῖς ὤμοις τὴν πόλιν ὑπονοεῖν τοῖς ὁρῶσι παρεῖχε τὴν ἐσομένην τῇ πόλει καταστροφήν. τὸ δὲ ἐξανασπάσας βίᾳ μοχλοῖσι διὰ μέσου, δεικνύον καὶ ἑρμηνεῦον τὸ πῶς αὐτὴν ἐν τοῖς ὤμοις ἔφερε. τὸ δὲ σιδηρονώτοις τύποις ἀντὶ τοῦ ἐν σιδηροῖς τύποις ἐπὶ τῶν νώτων τῆς ἀσπίδος ἐνετετύπωτο. Gu.

ὑπόνοιαν ἡμῖν
: διδούς. B. ἀπὸ κοινοῦ τὸ φέρων. B. M. τουτέστιν ὑποψίαν καὶ σημεῖον ὁποῖα ἡ πόλις πείσεται. ἐπέκειτο γὰρ, φησὶ, καὶ ἐζωγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας, φέρων ἐπὶ τοῖς ὤμοις πᾶσαν τὴν πόλιν, ὑπόνοιαν διδοὺς, καὶ τὰ ἑξῆς. B. Gu. I.