Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1124.

Ποτνιάδες
: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας. A.B. C.M.I. Γλαῦκον τὸν Σισύφου φασὶν ἔχειν ἵππους οὕτω λυττώσας ὡς καὶ αὐτὸν ὕστερον Γλαῦκον καταφαγεῖν. ἔτρεφε δὲ ἐν Ποτνίαις, πόλει τῆς Βοιωτίας, ὅθεν καὶ τοὔνομα ἔσχον αἴ ἵπποι Ποτνιάδες. εἶχε δὲ αὐτὰς ἐπίσημον Πολυνείκης ἐπὶ τῆς ἀσπίδος ἐν μέσῳ τῷ ὀμφαλῷ χαλκᾶς, οὕτως ὑπὸ μηχανῆς κατεσκευασμένας, ὥστε τοῖς ὑποκάτω τῆς ἀσπίδος ἱμᾶσι κινουμένας δοκεῖν μαίνεσθαι καὶ φόβον ποιεῖν τοῖς ὁρῶσιν. Bar. Gu.

Ποτνιάδες
: μανικαί. τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο, ἐπειδὴ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς ὁ Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας· Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον. A.C.T.