Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

102.

Δίρκης τε νᾶμα
: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην. Α. Μ. Ἄλλως. Δίρκη κρήνη Θηβῶν, πλησίον τοῦ Ἰσμηνοῦ, ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν. καὶ ὁ τόπος, ἔνθα ἐσύρη, Δίρκη καλεῖται. A. B. M.I.

Δίρκης τε νᾶμα
: Ἀμφίων καὶ Ζῆθος ὑπὸ τῆς μητρὸς ἐκτεθέντες ἐν βουκολίοις τινὸς γυναικὸς Θηβαίας καλουμένης Δίρκης ἐτρέφοντο. μετὰ ταῦτα αὐτὴ ἡ Δίρκη ὀργισθεῖσα Ἀντιόπην ἔπεμψεν αὐτὴν εἰς τούτους ὑπὸ ταύρων ἀναιρήσεσθαι. οἱ δὲ γνόντες αὐτὴν μητέρα οὖσαν αὐτῶν ταύτην μὲν εἴασαν, ἐλθοῦσαν δὲ Δίρκην ὑπὸ ταύρων διασπασθῆναι ἐποίησαν. ἐκλήθη οὖν ἀπ’ αὐτῆς Δίρκη, ἀφ’ ἧς ὁ Ἰσμηνὸς ποταμὸς ἔχει τὸ ὕδωρ, καὶ ὁμώνυμος ταύτῃ Δίρκῃ λεγόμενος. Gu.