Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

729.―806. Ἁρμιδίως ἐνταῦθα τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ πρὸς σπουδὴν τοῦ ὑποκριτοῦ· εἰσὶ γὰρ οἱ ἐντεῦθεν στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ οη′, ὧν τελευταῖος μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος. ἐπὶ τῷ τέλει κορωνίς.

807.―830. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς στροφῆς τὰ κῶλα ιβ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου πεντασυλλάβου καὶ χοριάμβου· εἰ δὲ βούλει, ἰωνικὸν, ἢ παιωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων δύο α′ καὶ β′ καὶ συλλαβῆς. τὸ β′ καὶ τὸ γ′ ὅμοια κατὰ πάντα. τὸ δὲ δ’ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου β′. τὸ ε′ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, καλούμενον Εὐπολίδειον, ἑκατέρωθεν ἔχον ἰαμβικὰς συζυγίας, μέσον δὲ τὸν χορίαμβον, καὶ ἔστι τῶν πολυσχηματίστων. τὸ ϛ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ καὶ τροχαίου. ἔχει δὲ ἐνταῦθα τὸν ἰωνικὸν πεντασύλλαβον. τὸ ζ′ ἀναπαιστικὸν πενθημιμερές. ἐνταῦθα δὲ καὶ δάκτυλον ἔχει τὸν α′ πόδα. τὸ η′ ὅμοιον ἑφθημιμερές. εἰ δὲ ἐν τοῖς κώλοις ἀναρμόστως οἱ πόδες κεῖνται, οὐ θαῦμα· τοῦ αὐτοῦ γὰρ μέτρου εἰσὶν ἀμφότεροι, ὅ τε δάκτυλος καὶ ὁ ἀνάπαιστος. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. ἐνταῦθα δὲ πεντασύλλαβον ἔχει τὸν ἰωνικόν. τὸ ί ἰωνικὸν ἀπ’ ἐλάττονος

τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου γ′ ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου. τὸ ια′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ ἐπιτρίτου β′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.