Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
174.―186. Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ ιγ′. τὸ α′ τροχαϊκὸν πενθημιμερὲς ἐκ δύο χορείων· εἰ δὲ βούλει, ἰαμβικόν. τὸ β′ καὶ γ′ παιωνικὰ ἡμιόλια, ἐκ παιώνων δ′ καὶ ἰάμβων. τὸ δ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χορείων· εἰ δὲ βούλει, ὅμοιον τῷ α′, καὶ τῆς ἐκεῖ μακρᾶς διαλελυμένης ἐν τούτῳ. τὸ ε′ ὅμοιον τῷ β′. τὸ ϛ′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων β′, τοῦ β′ πενταβράχεος, καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ζ′ καὶ τὸ η′ ὅμοια τῷ β′ καὶ γ′. τὸ θ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ α′. τὸ ί ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον ἐκ β′ ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ′ καὶ διιάμβου. τὸ ια′ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ′ τροχαϊκὸν, ἢ ἰαμβικὸν ἐκ τριῶν χορείων καὶ συλλαβῆς. τὸ ιγ′ ἴωνικὸν
ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ, διτροχαίου καὶ ἐπιτρίτου διὰ τὴν ἀδιάφορον, ἢ ἰωνικοῦ. ἐπὶ τῷ τέλει παράγραφος, καὶ διπλῆ ἔσω καὶ ἔξω νενευκυῖα, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσα ἔχειν ἀνταπόδοσιν.182.
οὐχί: οὔμενουν χρὴ γράφειν ἐνταῦθα, ἢ οὐδαμῶς· ἁρμόξει γὰρ ἀμφότερα τῷ μέτρῳ, τὸ δὲ οὐχί ἐλλιπές ἐστιν.