Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

140.―165. Τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα· εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ιγ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐφεξῆς γὰρ κεῖται ἡνωμένη, καὶ οὐκ ἐκ διαστήματος. τὸ α′ ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἰαμβικῆς βάσεως, ἐχούσης τὸν α′ πόδα ἀνάπαιστον. τὸ β′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ′ καὶ δ’ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ ε′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′ καὶ παίωνος γ′ καὶ συλλαβῆς. ἐν τῷ τῆς ἀντιστροφῆς κώλῳ ἀντίσπαστον ἔχει καὶ ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ, διιάμβου καὶ μολοττοῦ, ἢ κρητικοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον πεντασύλλαβον ἔχει διίαμβον. τὸ η′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ καὶ ἰωνικοῦ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ’ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ ι′ ὅμοιον, δίμετρον ἀκατάληκτον ἐκ χορείων. τὸ ια′ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιβ’ ὅμοιον δίμετρον βραχυκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιγ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν

ἐκ παίωνος δ’, διιάμβου καὶ κρητικοῦ, ἢ δακτύλου. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.

154.ἴαμβος χρὴ εἶναι οὗτος ὁ στίχος, ὡς καὶ ὁ τῆς στροφῆς, διὸ οὕτως ἐγράφη παρ’ ἡμῶν ποίαν τύχαν, ποίαν δὲ συμφοράν. καὶ ἔστι τὸ ποι τὸ δεύτερον κοινὴ συλλαβὴ, διὸ καὶ τὸ παρ’ ἡμῶν ἐπινοηθὲν ἐπὶ ταῖς κοιναῖς συλλαβαῖς ἐπετέθη σημεῖον, ὡς καὶ ἐ τοῖς ἄλλοις τοῖς τοιούτοις.

166.―173. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν τῷ πρὸς τὰς στροφὰς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ θρόει τίς κακῶν. ἔστι δὲ κώλων ή. τὸ α′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ β′ ἰαμβικὸν ἑφθημιμερές. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· ἐνταῦθα δὲ τὸ κρητικὸν ἔχει τετρασύλλαβον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, ὅμοιον τῷ β′. τὸ ε′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛ′ ἐκ χορείων, ὅμοιον τῷ α′. τὸ ζ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ′ καὶ κρητικοῦ. τὸ η′ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.