Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

μόλοιμι τὰν οὐρανοῦ
: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον, τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς, καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος, εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στρεφομένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα, ἀπωδυράμην τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον. οὕτω γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον τὸ αὐτὸ εἴρηκεν. ἀλλ’ ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ, διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεὶ, Ἀναξαγόρα πειθόμενος μύδρον αὐτὸν εἶναι λέγοντι. τινὲς δὲ κυρίως ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταν τάλου. ὑφιστᾷ δὲ ὁ Εὐριπίδης ἐν τούτῳ τὴν Ἠλέκτραν εὐχομένην, ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς ἀπογόνοις αὐτοῦ. ὅμοιον τούτῳ τὸ ἐν Πειρίθῳ σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα. οὐδὲ γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπὼν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου. A.B.M. I. Ἄλλως. διὰ τούτων παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι
ἐστὶ μεταξὺ γῆς καὶ οὐρανοῦ, αἴσθησιν ἔχων πάντων τῶν πεπραγμένων. εἰ δ’ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἀλύσεως διηρτημένος περίεισιν ὁ ἥλιος, γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν ὁ Εὐριπίδης. B.M. I.

Ἄλλως. εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν ... εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ συστροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι... ὅς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβης πολλὰ ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης ... νοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ. . . . .. ομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν. ...τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπησεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτὸν τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάσσης, ἤτοι ἁρματεύσας ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς, τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφροὺς, εἰς τὸν Ἡριδανὸν ποταμὸν κρει... A.