Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

965.

ἰαχείτω δὲ γᾶ Κυκλωπία
: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι, ἢ αὐτὴ ἡ ἔφορος θεὰ τῆς πόλεως. A.M. ἡ τῶν Μυκηναίων γῇ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος. ... οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον. Α. τὸ ἑξῆς, θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων ἡ ἀπὸ τοῦ Κύκλωπος γῆ, ἤτοι αἱ Μυκῆναι, ἢ τὸ Ἄργος. I.

Κυκλωπία
: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι.
οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλοι ἄλλῃ ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι. ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτοι ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι, καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται οἱ Ἀργεῖοι, καὶ συμμαχία αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου, συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις, τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαι. A.B. M.I.

γᾶ Κυκλωπία
: τὸ Ἄργος (ἡ τῶν Μυκηναίων add. Gu.) ἀπὸ Κυκλώπων ἔθνους Θρᾳκικοῦ, ὃ ἐπὶ συμμαχίαν κληθὲν ἐπὶ Προίτου αὐτόθι τὴν οἴκησιν ἐποιήσατο. Gr. Cant.