Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

960. ὦ Πελασγία, γῇ δηλονότι, ἀρχὴν ποιοῦμαι στεναγμῶν, τιθεῖσα καὶ ποιοῦσα διὰ τῶν παρειῶν, ἤτοι διὰ τοῦ αὐτὰς σπαράσσειν, τὸν λευκὸν ὄνυχα αἱματηρὸν, τιθεῖσα, κατὰ κοινοῦ, ἄτην καὶ βλάβην, κτύπον τε κρατὸς καὶ κεφαλῆς· ὃν κτύπον δηλονότι ἐκληρώσατο

ὑποκάτω τῆς γῆς ἡ Περσεφόνη, ἡ καλὴ παῖς, ἡ θεὰ τῶν νεκρῶν. θρηνείτω δὲ ἡ Κυκλωπεία γῆ, ἤτοι τὸ Ἄργος, τιθεῖσα ἐπὶ τῇ κεφαλῇ σίδηρον, κουρᾶς ποιητικὸν, διὰ τὰ πήματα τῶν οἴκων τῶν Ἀτρειδῶν. ἐλεεινότης ἥδε ἔρχεται ὑπὲρ τῶν μελλόντων τεθνήξεσθαι παίδων, ὄντων τῶν ποτὲ στρατηλατῶν, ἤτοι τοῦ Ἀγαμέμνονος· ἔφθαρται καὶ πᾶσα ἡ γέννα τῶν τέκνων τοῦ Πέλοπος, καὶ ὁ οἷκος ὁ ὢν ποτὲ ζηλωτὸς καὶ θαυμαστὸς ἐπὶ μακαρίοις, πράγμασι δηλονότι, ἢ ἀνδράσιν, οἴχεται δηλονότι. νέμεσις εἷλεν αὐτὸν ἀπὸ τῶν θεῶν, καὶ ἡ ἐν τοῖς πολίταις ἐχθρὰ καὶ δυσμενὴς ψῆφος, καὶ κρίσις ἡ φονική. I.

κατάρχομαι
: ἡ Ἡλέκτρα εἶπε ταῦτα πρὸς τὸν χορόν. A. C.M. ἔνιοι μετὰ τοῦ ῑ ἡ Πελασγία γῇ καὶ χώρα, ἔνιοι ἄνευ τοῦ ῑ. M. ἄρχομαι τὸ ἀρχὴν ποιοῦμαι καὶ τὸ ἀρχὴν λαμβάνω. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.