Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

918.―921.

οὐκ εὐωπός
: οὐκ εὔοπτος, τουτέστιν οὐκ εὐειδής. B.

εὔμορφος
: γρ. οὐκ εὔοπτος. M. κατὰ μὲν τὴν ἔξω ἐμφέρει καὶ ἐμφαίνει ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν. A. οὐκ εὐειδὴς, οὐκ εὔμορφος. I.

ἀνδρεῖος δ’ ἀνήρ
: γενναῖος. I. ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς, ῥώμη δὲ ἐπὶ σώματος. τὸ δὲ ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον ἀντὶ τοῦ ἐκκλησίας οὐ περιερχόμενος, οὐδὲ πλησιάζων. αὐτουργὸς δέ ἐστιν ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν. σώζουσι δὲ γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται. καὶ τὸ χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀντὶ τοῦ
οὐ διχόμυθα λέγων ὡς ὁ προρρηθείς. τοῦτο γὰρ ἐναντίον ἐστι τῷ διχόμυθα, συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλεύσεσι βουλόμενος· σημαίνει δὲ τὸ σώζειν ὑμᾶς ἐσπουδακώς. B.M.I.