Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
οὕνεκα: τὸ οὕνεκα λαμβάνεται καὶ ἀντὶ τοῦ χάριν καὶ ἀντὶ τοῦ διότι. ἔνθα οὖν ἔνι ἀναγκαῖον πεσεῖν τὸ ἕνεκα, γράφεται καὶ τὸ οὕνεκα, οὐ μὴν ἀνάπαλιν, ἔνθα γράφεται τὸ οὕνεκα, ἵνα γραφῇ καὶ τὸ ἕνεκα. πῶς γὰρ μέλλει γράφειν εἰς τὸν Ὁμηρικὸν στίχον ἀντὶ τοῦ οὕνεκα τὸ ἕνεκα, τὸν λέγοντα οὕνεκα τὸν Χρύσην ἠτίμησεν; οὐ γὰρ λαμβάνεται καὶ τὸ ἕνεκα διπλῶς ἀντὶ τοῦ διότι καὶ ἀντὶ τοῦ οὕνεκα. Fl. 59. διότι μικρὰν εἶχε πνοὴν, ἐγγύς ἐστι νεκροῦ. Gu.
85.
τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά: σιωπῶ τὰ κατὰ τοῦτον, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν, καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμανεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεὺς ἔφυ, ἐγὼ δὲ οὔ. A. B.C. M. Fl. 33. 59.
86.
σὺ δ’ εἶ μακαρία: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ, σὺ δὲ εἶ μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμὴ, τὸ δὲ ἑξῆς ἀπολύτως. B.M.
σὺ δ’ εἶ μακαρία: τινὲς στίζοντες εἰς τὸ πόσις τὸ ἑξῆς κομματικὸν ἐκφέρουσιν, ἀπατηθέντες ἐκ τοῦ ὑπαρκτικοῦ ῥήματος τοῦ σὺ δ’ εἶ μακαρία, κἀνταῦθα ἕτερον προσλαμβάνοντες. φασὶ γὰρ οὕτω· σὺ δ’ εἶ ὦ Ἑλένη, μακαρία, καὶ ὁ σὸς πόσις μακάριός ἐστιν, εἶτα λέγουσι τὸ ἥκετον ἐφ’ ἡμᾶς ἀθλίως πεπραχότας κομματικόν. τὸ δὲ οὐκ ἔστι τοιοῦτον, ἀλλ’ εἰποῦσα ἡ Ἠλέκτρα, σὺ δὲ, ὦ Ἑλένη, μακαρία εἶ, ὤφειλεν εἰπεῖν, καὶ ὁ σὸς πόσις μακάριός ἐστι· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ καινοπρεπῶς ἐξήνεγκε, πρὸς μὲν τὴν Ἑλένην ὑπαρκτικῷ ῥήματι χρησάμενος ἑνικῷ τῷ εἶ, πρὸς δὲ τὸν Μενέλαον ἀντὶ τοῦ ἐστι τὸ ἥκετον εἰποῦσα, συμπεριλαμβάνουσα ἀμφοτέρους, Ἑλένην τε καὶ Μενέλαον. Gu.
87.
ἥκετον: ἤλθετε πρὸς ἡμᾶς. τῇ προσθήκῃ δὲ τοῦ ἐφ’ ἡμᾶς τραχύτερον αὐτὸ ἐποίησεν· ἁρπασόμενοι γὰρ ἤλθετε ἡμᾶς, φησίν. ἔοικε δὲ τῷ ἑπτὰ ἐπὶ Θήβας. A.B. M. Fl. 33.