Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

821.

χρόα
: σῶμα. Gr. τὴν ὄψιν, τὴν κεφαλήν. Gu.

μελάνδετον δέ
: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγκωπον, ἢ μέλαν ὑπὸ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. οὕτω καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται. B.M.I. ὑπὸ τοῦ αἵματος μελαινόμενον. M.

μελάνδευτον
: μέλανι αἵματι ὑγρὸν, ἤγουν ᾑμαγμένον. Gr. βεβαμμένον
ἐξ αἵματος, ἢ τὸ σιδηροῦν· μέλας γὰρ ὁ σίδηρος. Gu. μελάνδετον δὲ λέγει φόνῳ τὸ μελανθὲν καὶ βαφὲν ὑπὸ τοῦ αἵματος. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον κελαινεφὲς αἷμα, καὶ ἕτερα μυρία. ἢ μελάνδετον τὸ σιδηροῦν· φησὶ γὰρ Αἰσχύλος ἐς μελάνδετον σάκος, ἤτοι τὸ διὰ σιδήρου δεδεμένον. Gu. Bar.

τὸ δ’ αὖ κακουργεῖν
: γρ. τὸ δ’ αὖ κακοῦργον. A. τὸ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια· ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου, καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι, τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν. ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ ξίφος ᾑμαγμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι, σύμβολον τοῦ δικαίως πεφονευκέναι. A. B. M.I.

τὸ δ’ αὖ κακουργεῖν
: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν. A. B. M.I. Ἄλλως. ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ φησιν, ἐπειδὴ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα. B.M.I.

τὸ δ’ αὖ κακουργεῖν
: ἤγουν τὸ κλέπτειν πρᾶξιν κακὴν, τουτέστι τὸ μετὰ λογισμῶν δῆθεν εὐλόγων ποιεῖν τι κακὸν ἀσέβεια καὶ παράνοια.
καὶ τοῦτο χάριν τοῦ Ὀρέστου εἴρηται, καὶ οὐ τῆς Κλυταιμνήστρας. Cant. τὸ κακότροπα (κακὰ) ἐργάζεσθαι (ὥσπερ ἡ Κλυταιμνήστρα). Gr. et Gu. Fl. 6. 9. 21. 56. 76.

ἀσέβεια μεγάλη
: γρ. ποικίλη. M. ἀσέβεια ποικίλη γράφε, μὴ μεγάλη, ἵν’ οἰκείως ἔχῃ τὸ κῶλον πρὸς τὸ τῆς στροφῆς. Bar.