Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

81.

Ἑλένη, τί σοι λέγοιμ’ ἄν
: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος. σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονήρως κερτομεῖ περὶ τούτων πυνθανομένη περὶ ὧν παροῦσα ὁρᾷ. A. B.M.I.

Ἄλλως. τὸ Ἑλένη, τί σοι λέγοιμ’ ἂν, βαρυνομένου ἦθος δηλοῖ κατὰ τοὺς παλαιούς. ἡ γὰρ τοῦ κυρίου ὀνόματος χρῆσις ποτὲ μὲν βαρύτητός ἐστιν, ὡς ἐνταῦθα, ποτὲ δὲ ἀφελείας, ὡς παρ’ Ὁμήρῳ ἐν τῇ ζ′ ῥαψωδίᾳ, ὡς ἀπὸ τῆς Ἀνδρομάχης, Ἕκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ καὶ πότνια μήτηρ. I.

τί σοι λέγοιμ’ ἄν
: τίς χρεία διηγήσασθαί σοι ἅτινα ὁρᾷς; τί δὲ ὁρᾷς; ἐν συμφοραῖς τὸν Ἀγαμέμνονος γόνον. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει, ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον· περὶ
τῶν δύο γὰρ καὶ ἡ Ἑλένη ἐπύθετο λέγουσα πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός· εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄϋπνον δυσδαιμονίαν καὶ τὴν Ὀρέστου νόσον. B.I.