Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

7.

ἀέρι ποτᾶται
: τινὲς μέν φασιν, ὧν ἐστι καὶ Εὐριπίδης, ἐν ἀέρι τὸν Τάνταλον κρέμασθαι, κἀνταῦθα τὴν δίκην ὑπέχειν ὧν ἐξήμαρτεν, ἐξειπὼν τοῖς βροτοῖς τὰ τῶν θεῶν ἀπόρρητα (τοῦτο γάρ ἐστι τὸ ἀκόλαστον ἔσχε γλῶσσαν) καὶ τῆς ἀμβροσίας μεταδούς.
ἕτεροι δὲ λέγουσιν ἐν Ἅιδου τοῦτον κολάζεσθαι, ἱστάμενον μέσον ὕδατος ἄχρι τοῦ πώγωνος καὶ διψῶντα. ἡνίκα δὲ ἐπιχειρήσει πιεῖν, ἀθρόον τό τε ὕδωρ ἀφίσταται, καὶ ὁ ἐν τῇ κεφαλῇ πέτρος κάτεισιν, ὡς δῆθεν πατάξων αὐτόν. οὐ μόνον δὲ οὗτος ἐν Ἅιδου κολάζεται, ἀλλὰ καὶ Σίσυφος καὶ Τιτυὸς καὶ Ἰξίων καὶ αἱ Δαναοῦ παῖδες. Gu. I.

ἀέρι ποτᾶται
: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεὺς θεός. οὔτε γὰρ ἐν τῷ οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς, ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν τῷ οὐρανῷ, οὔτε καθ’ Ἅιδου, ὡς μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο, ἀλλ’ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ φθεγγόμενος μᾶλλον ἀνιῷτο. A.B. C.M.I.

ἀέρι ποτᾶται
: κατὰ τὸν ἀέρα κρέμαται. Gr. ἐξήπλωται, μετεωρίζεται, φέρεται ὥσπερ πτηνός. Gu.

τίνει
: δίδωσι. Gr. ἀνταποδίδωσι. Gu.