Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

659.

Ἑρμιόνην
: οὐκ αἰτῶ σε, φησὶ, τὴν σὴν θυγατέρα τὴν Ἑρμιόνην ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα σὺ τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ τοῦτο μὲν ἔχε πλέον, καὶ κέρδαινε παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός. ἐγὼ δέ σοι χάριν ἕξω σώσαντί με μόνον, κἂν μὴ τῷ αὐτῷ τρόπῳ σώζῃς ἡμᾶς, ἀντ’ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ
συναπτέον τοῦτο πρὸς τὸ ἀπότισον οὖν μοι, καὶ ἔστιν ὁ λόγος οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μίαν ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον· προσήκει γάρ σοι, ἐμοῦ δυστυχοῦντος τὰ νῦν, μηχανᾶσθαί τι πρὸς τὸ ἐμὲ σῶσαι, ἐμὲ δὲ χάριν σοι ὁμολογεῖν· ἵνα τὸ μεταξὺ κατ’ ἐπένθεσιν γένηται. A.B. M.I.