Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

610.

καλὸν πάρεργον
: ποιήσομαι αὐτὸ, τὸ φονεῦσαί σε δηλονότι, καλὸν πάρεργον τῶν πόνων, ἤγουν ἔργον ἔξω τοῦ σκοποῦ τῶν πόνων, ὧν οὕνεκ’ ἦλθον, λέγω κοσμήσων τὸν τάφον τῆς θυγατρός. Gr. Ι.

καλὸν πάρεργον
: ἀντὶ τοῦ σπουδαῖον, τῶν ἐμῶν πόνων καλὸν ἡγήσομαι αὐτὸ πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν. ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον, φησὶ, θήσομαι. Ἄλλως. καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί· νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι. καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον. A.B.M.I.