Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
6.
κορυφῆς — πέτρον: ἄνω κείμενον. B. τὸν ὑπεράνω τῆς κορυφῆς δεδοικὼς πέτρον. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ὑπερκείμενον. M. ὑπερκρεμάμενον, ἀναφαινόμενον. Gu.
δειμαίνων: φοβούμενος. B. ἐκ τούτου παροιμία Ταντάλου φόβον φοβοῦμαι, ἔτι τε πρὸς τὴν ἑτέραν ἱστορίαν Ταντάλου δίψαν διψῶ. Gu.
7.
ἀέρι ποτᾶται: τινὲς μέν φασιν, ὧν ἐστι καὶ Εὐριπίδης, ἐν ἀέρι τὸν Τάνταλον κρέμασθαι, κἀνταῦθα τὴν δίκην ὑπέχειν ὧν ἐξήμαρτεν, ἐξειπὼν τοῖς βροτοῖς τὰ τῶν θεῶν ἀπόρρητα (τοῦτο γάρ ἐστι τὸ ἀκόλαστον ἔσχε γλῶσσαν) καὶ τῆς ἀμβροσίας μεταδούς. ἕτεροι δὲ λέγουσιν ἐν Ἅιδου τοῦτον κολάζεσθαι, ἱστάμενον μέσον ὕδατος ἄχρι τοῦ πώγωνος καὶ διψῶντα. ἡνίκα δὲ ἐπιχειρήσει πιεῖν, ἀθρόον τό τε ὕδωρ ἀφίσταται, καὶ ὁ ἐν τῇ κεφαλῇ πέτρος κάτεισιν, ὡς δῆθεν πατάξων αὐτόν. οὐ μόνον δὲ οὗτος ἐν Ἅιδου κολάζεται, ἀλλὰ καὶ Σίσυφος καὶ Τιτυὸς καὶ Ἰξίων καὶ αἱ Δαναοῦ παῖδες. Gu. I.