Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

585.―604.

σύ τοι φυτεύσας
: Ὁμηρικὸν, ὡς τὸ σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην. A.B.C. M.I. ὦ γέρον, σὺ γεννήσας θυγατέρα κακὴν, τὴν Κλυταιμνήστραν, ἔφθειρας ἐμέ. διὰ γὰρ τὴν ἐκείνης θρασύτητα πατρὸς ἐγὼ στερηθεὶς μητρὸς ἐγενόμην φονεύς. βλέπεις τὴν Ὀδυσσέως γυναῖκα Πηνελόπην. οὐ κατέκτανε Τηλέμαχος ὁ υἱὸς αὐτῆς· οὐ γὰρ ἐπεγάμβρευεν ἀνδρὶ ἄνδρα· μένει δ’ ἐν οἴκοις ἀμίαντον καὶ σῶφρον τὸ εὐναστήριον. ὁρᾶς τὸν Ἀπόλλωνα, ὃς τὰς μεσομφάλους καθέδρας οἰκῶν τοῖς ἀνθρώποις σαφῆ μαντείαν δίδωσιν, ᾧτινι Ἀπόλλωνι πειθόμεθα κατὰ πάνθ’ ὅσα ἂν λέγῃ ἐκεῖνος· τούτῳ πειθόμενος ἐγὼ τὴν μητέρ’ ἐφόνευσα. ἐκεῖνον τὸν Ἀπόλλωνα νομίσατε ἄδικον καὶ φονεύσατε. ὁ Ἀπόλλων ἔσφαλεν, οὐκ ἐγώ. τί δεῖ με πράττειν; ἢ οὐκ ἔντιμος καὶ ἄξιος ὁ Ἀπόλλων λῦσαί μοι τὸ μίασμα εἰς ἐκεῖνον ἀναφέροντι; ποῦ τις λοιπὸν τράποιτ’ ἂν, εἰ μὴ ὁ κελεύσας θεὸς ῥύσηταί με, ὥστε μὴ ἀποθανεῖν; ἀλλ’ ὅτι μὲν οὐ καλῶς εἴργασται ταῦτα μὴ λέγε, λέγε δ’ ὡς οὐκ εὐτυχῶς ἡμῖν τοῖς δεδρακόσιν. ὅσοις δὲ τῶν ἀνθρώπων οἱ γάμοι συμπίπτουσιν, ἀντὶ τοῦ ἀπαντῶσι καλῶς, ὁ βίος ὑπάρχει μακαριστός· οἷστισι δὲ μὴ διάκεινται καλῶς, καὶ κατὰ τὰ ἔνδον καὶ τὰ ἐκτὸς ἀτυχεῖς ὑπάρχουσιν. I.