Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

559.

εἰς ἀνδρὸς ᾔει λέκτρα
: τὸ ἀνδρὸς διπλῶς νοητέον ἤ τοῦ τὸ ἀνδρὸς διπλῶς νοητέον, ἢ τοῦ
Αἰγίσθου, ἢ τοῦ Ἀγαμέμνονος. καὶ ἐπὶ μὲν τοῦ Αἰγίσθου οὕτως· ἡ σὴ θυγάτηρ, ὦ Τυνδάρεως, εἰς ἀνδρὸς ᾔει λέκτρα ἐν λαθραίοις γάμοις, τουτέστι συνῆν λαθραίως Αἰγίσθῳ μοιχευομένη· ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος οὕτως· ἡ σὴ θυγάτηρ ἐν ἰδίοις ὑμεναίοις, καὶ οὐχὶ σώφροσι, τουτέστι λαθραίως μοιχευομένη Αἰγίσθῳ, εἰς λέκτρα τοῦ Ἀγαμέμνονος ἧκεν, ὅτε ἐπανῆκεν ἐκ Τροίας καὶ οὐκ ᾐδεῖτο. Gu. I.