Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ὁ γὰρ μακάριος
: ἐπαινεῖταί τις ἐφ’ οἷς ποιεῖ καλοῖς καὶ ψέγεται ἐφ’ οἷς ποιεῖ κακοῖς· μακαρίζεται δὲ ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. ἀφ’ οὗ μακάριος ὁ μακαρισμοῦ ἄξιος ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. καὶ μακάριον τέλος οὗ ὁ τυχὼν μακαρίζεται. καὶ μακάριον ἔργον ἐφ’ ᾧ ὁ ἐργασάμενος μακαρίζεται. ἐνταῦθα δὲ τὸ μακάριος
κατ’ εὐφημισμὸν λέγεται· οὐ γὰρ ἀπέλαυσεν ὁ Τάνταλος καλῶν, ἵνα διὰ ταῦτα μακαρίζηται, ἀλλὰ κακώσεων μᾶλλον καὶ κολάσεων. Gr. I.

μακάριος
: εὐδαίμων διὰ τὴν τῶν θεῶν συνήθειαν. Gu. κοὐκ ὀνειδίζω τύχας ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδει τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλ’ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς, καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται. Α. καὶ οὐ λέγω ἄθλιος καὶ ταλάντατος, εἰς ὀνειδισμὸν προφέρουσα τὰς τύχας· ἀπὸ γὰρ τῶν συμβεβηκότων αὐτῷ ἄθλιος μᾶλλον ἦν καὶ ταλάντατος. Gr. Fl. 6. 9. 21. 56. 59.

5.

Διὸς πεφυκώς
: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη· Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κορίθιος, Ἵππαλμος, Ἵππασος, Κλέων, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροίζην, Νικίππη, Λυσιδίκη, καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ λοιποὶ Πελοπίδαι, ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς, ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας.
Θυέστης δὲ λαβὼν Λαοδάμην ἔσχεν Ὀρχομενὸν, Ἀγαυὴν, Κάλλαιον. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων τὴν Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι. A.B. C.M.I.