Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

491.

πρὸς τόνδ’ ἀγών
: οἷον ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας· προῦπτος γὰρ ἡ κρίσις· ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν, οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος· ὥστε μάτην ἡμᾶς σοφοὺς ἀπεκάλεσας. Ἄλλως. ἐπεὶ εἶπεν ὁ Μενέλαος, καὶ τὸ γῆρας οὐ σοφὸν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα; A. B.M.I.

πρὸς τόνδε
: τὸν Μενέλαον. Gr. ἢ τὸν Ὀρέστην. ἤγουν τί δεῖ πρὸς τοῦτον φονέα ὄντα ἀγωνίζεσθαι καὶ σπουδάζειν. Gu.