Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

τιμῶντέ μ’ οὐδὲν ἧσσον
: ἅμα τῇ Λήδᾳ τιμῶντές με οὐδὲν ἔλαττον ἢ τοὺς Διοσκούρους τὸν Κάστορα καὶ τὸν Πολυδεύκην. I. ὁ Ζεὺς κύκνος γενόμενος καὶ συγγενόμενος Λήδᾳ τῇ Τυνδάρεω γυναικὶ, ἐποίησεν αὐτὴν δύο ὠὰ τεκεῖν, τὸ μὲν μονολέκυθον, τὸ δὲ διλέκυθον. καὶ ἐκ μὲν τοῦ ἕνα ἔχοντος λέκυθον γενέσθαι φασὶ τὴν Ἑλένην, ἐκ δὲ τοῦ δύο ἔχοντος Κάστορα καὶ Πολυδεύκην, οἳ παρ’ ἡμέραν ἔζων. τὸ δ’ αἴτιον τῆς τοιαύτης ζωῆς ἦν τοῦτο· ὅσον μὲν γὰρ ἦν ἐν τῷ διλεκύθῳ ὠῷ ἀπὸ τῆς Τυνδάρεω σπορᾶς Κάστωρ ἐγένετο, καὶ διὰ τοῦτο ἦν θνητὸς, ἅτε θνητοῦ υἱὸς τοῦ Τυνδάρεω, ὅσον δὲ ἀπὸ τῆς τοῦ Διὸς
σπορᾶς Πολυδεύκης ἐγένετο, καὶ διὰ τοῦτο ἦν ἀθάνατος. μέλλοντος οὖν Κάστορος τελευτᾶν, ἐδεήθη Πολυδεύκης Διὸς ἵνα Κάστορα κοινωνὸν τῆς αὐτοῦ λάβῃ ἀθανασίας καὶ αὐτὸς συμμετάσχῃ τῆς ἐκείνου θνητότητος. διὰ ταῦτα οὖν παρ’ ἡμέραν ἔζων ἀμφότεροι, οὓς καὶ ἀλληγοροῦσιν εἰς ἡμέραν καὶ νύκτα. Gu. I.