Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

457.

ὁ Σπαρτιάτης
: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι, Τυνδάρεως, Ἴκαρος, Ἄρνη, καὶ νόθος ἐκ Στρατονίκης Ἱπποκόων. οὗτοι
μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἴκαρος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Αἰτωλίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάνδραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ, καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πέλλης, ἐγχειρίζει αὐτῷ τὴν ἀρχὴν τῆς Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφήν. A.B.C. M.I.