Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

432.

Οἴαξ
: ὁ Οἴαξ ἀναφέρων καὶ ἀνατιθεὶς τῷ πατρὶ, τῷ ἐμῷ δηλονότι, τὸ μῖσος τῆς Τροίας, τὸ ἐπὶ Τροίᾳ μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. I.

Οἴαξ
: Ναυπλίου καὶ Κλυμένης τῆς Ἀτρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν· λιμωττόντων γὰρ ἐν Αὐλίδι, καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασιαζόντων, πρῶτον μὲν τὰ Φοινίκων διδάξας ἴσην αὐτοῖς καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν· καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον, ὥστε μέγα ἔχειν ὄνομα παρὰ τοῖς Ἕλλησι. τούτῳ δὲ φθονήσαντες οἱ περὶ τὸν Ἀγαμέμνονα
καὶ Ὀδυσσέα καὶ Διομήδη τοιόνδε τι σκευωροῦσι κατ’ αὐτοῦ· λαβόντες γὰρ Φρύγα αἰχμάλωτον, χρυσίον κομίζοντα Σαρπηδόνι, ἠνάγκασαν γράψαι Φρυγίοις γράμμασι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην. καὶ τοῦτον μὲν φονεύουσι, θεράποντα δὲ Παλαμή δους. πείθουσι χρήμασιν ἅμα τοῖς Τρωϊκοῖς χρήμασι καὶ τὸ γραφὲν πινάκιον ὑπὸ τὴν κλίνην θέσθαι Παλαμήδους. αὐτοὶ δὲ παρελθόντες προδοσίαν κατήγγελλον τοῦ ἥρωος καὶ φωραθῆναι τὴν σκηνὴν ἐκέλευον. εὑρεθέντος δὲ τοῦ πινακίου καὶ τῶν χρημάτων ὑπὸ τὴν κλίνην λίθοις φονεύεται Παλαμήδης. Ναύπλιος δὲ ἀκούσας ἧκεν εἰς Ἴλιον δικάσαι τὸν φόνον τοῦ παιδός. τῶν δὲ Ἑλλήνων κατολιγωρούντων αὐτοῦ πρὸς τὸ κεχαρισμένον τοῖς βασιλεῦσιν, ἀποπλεύσας εἰς τὴν πατρίδα καὶ πυθόμενος ἀποπλεῖν τοὺς Ἕλληνας ἧκεν εἰς Εὔβοιαν, καὶ χειμῶνα φυλάξας φρυκτωρίας ἧψε περὶ τὰς ἄκρας τῆς Εὐβοίας. οἱ δὲ εὐεπίβατον νομίσαντες τὸν τόπον προσορμίζονταί τε καὶ ἐν ταῖς πέτραις ἀπόλλυνται πάμπολλοι. τὸν δὲ Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωνοῖς τῆς Τρωάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα καὶ φυλακὰς καὶ δίσκους καὶ ἀστρολογίας. A. B.M.I.

Οἴαξ ἀδελφὸς ἦν Παλαμήδους, ὃς εἰς Τροίαν μετὰ τῶν Ἑλλήνων

ἐστράτευσε, καὶ θαυμασθεὶς ὡς οὐδεὶς τῶν πώποτε γενομένων ἐπὶ σοφίᾳ, φθονηθεὶς ὑπὸ Ὀδυσσέως καὶ Διομήδους καὶ Ἀγαμέμνονος ἀνῃρέθη λίθοις, ἀνθ’ ὧν ὁ ἀδελφὸς αὐτοῦ Οἴαξ ἀμυνόμενος Ἀγαμέμνονα,―τοῦτο γάρ ἐστι τὸ τῆς Τροίας μῖσος ἀναφέρων πατρί,― συναγωνίζεται τὸν κατὰ τοῦ Ὀρέστου θάνατον. διὸ καὶ Ὀρέστης ἐρωτηθεὶς ὑπὸ Μενελάου, τίς ἐστὶν ὁ διώκων αὐτὸν, Οἴαξ φησίν. οὗτος ὁ Παλαμήδης λέγεται εὑρηκέναι ιζ′ γράμματα μήπω τότε ὄντα, ἀλλὰ Φοινίκων ἐχρῶντο γράμμασιν οἱ ἄνθρωποι, ἄλλοι δὲ ἄλλοις. εὗρε δὲ καὶ πεττοὺς πρὸς παραμυθίαν τῶν Ἑλλήνων καὶ φρυκτωρίας καὶ σταθμοὺς καὶ ψήφους καὶ ἀστρολογίας. Gu. I.

τὸ Τροίας
: ἀντὶ τοῦ ἐπὶ Τροίας, μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμὲ ἐνήλλακται. M.