Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

424.

οὐ σοφός
: ἀντὶ τοῦ σοφιστὴς, ἤτοι ἀπατεὼν, ἀληθὴς δὲ καὶ φανερὸς κακὸς, ἔφυς κατὰ κοινοῦ, εἰς τοὺς φίλους. I. οὐ σοφὸς εἶ διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ· ἀληθεύει γὰρ λέγων διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας. A. B. M.I. πρὸς ὃν κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τοῖς ἄνωθεν... τῇ ἀπάτῃ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλους, καὶ ποῦ δὲ τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπευτικὸν δὲ τὸ ἔπος τῇ συντάξει οὕτως, οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον, σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφὸς, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς
καὶ ἀπατεὼν καὶ πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντος βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν, ἀντειπὼν ὡς ταχὺ μετῆλθον αἷμα μητρὸς θεαὶ, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων. A.

Ὀνειδίζοντος Μενελάου Ὀρέστης φησὶν οὕτω πρὸς αὐτόν. ἐπεὶ διαρρήδην ἡμᾶς ὀνειδίζεις, οὐ σοφὸς εἶ, ἀληθὴς δὲ κακός· ἀληθὴς μὲν, ὡς οὐδὲν ὧν κατ’ ἐμοῦ λέγεις ψευδῶς λέγων, κακὸς δὲ, ὡς ἐναργῶς ὀνειδίζων. ἐχρῆν γάρ σε χρωματίζοντα τοὺς λόγους ἐκφέρειν πρὸς παραμυθίαν, ἀλλ’ οὐ πρὸς λύπην. Gu. I.

οὐ σοφός
: εἶ δηλονότι, ἤγουν ἐπιτήδειος. Gr. Fl. 6. 9. 17. 21. 59. 76. πανοῦργος, ὡς σχηματίζεσθαι μὲν φιλίαν, τὰ τῶν ἐχθρῶν δὲ φρονεῖν. Gu. Fl. 6.

ἔφυς κακός
: ἀντὶ τοῦ ὑπάρχεις. M.