Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

415.

μὴ θάνατον εἴπῃς
: ὅρα ἵνα μὴ εἴπῃς τὸν θάνατον, τοῦ πατρὸς δηλονότι. τοῦτο γὰρ οὐ φρόνιμον. I. ὁ μὲν γὰρ τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἀποκλείων οὖν αὐτῷ ἀπολογίας φησὶ, μὴ λέγε τὸν θάνατον
τοῦ πατρὸς, μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν. (B.M.I.) σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω, μὴ... τὸν παρὰ μητρὸς φόνον, μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρᾶγμα· ὅθεν σιώπα καὶ κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος, καὶ μὴ εἰς τὴν ἡμέραν τὸν θάνατον ἀνένεγκε· οὐ γὰρ σοφόν ἐστι τοῦτο· ἀλλὰ τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ ... δεῖ ἀντιφονεύειν τὸν φονέα. M.