Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

414. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ καὶ μετάθεσις τῆς ξυμφορᾶς καὶ τοῦ συμβεβηκότος. I. τὸ ἑξῆς οὕτως· ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς, ὁ Φοῖβος, κελεύσας τὸν τῆς μητρὸς διαπράξασθαι φόνον. ὁ δὲ Μενέλαος διακόψας τὸν λόγον φησὶ, μὴ θάνατον εἴπῃς, τὸν τοῦ πατρὸς δηλονότι· ὑπελάμβανε γὰρ τοῦτον βούλεσθαι προτείνειν αὐτόν. Gr. I. ὁ μὲν Ὀρέστης διὰ τὸν Ἀπόλλωνα εἶπεν, ὡς κελεύσαντα τὸν φόνον, τὸ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς, τουτέστιν εἰς Ἀπόλλωνα ἀναφέρομεν τὴν αἰτίαν τῶν παρόντων· ὁ δὲ Μενέλαος, οἰόμενος αὐτὸν λέγειν τὸν τοῦ πατρὸς θάνατον, ἐκκλείων αὐτὸν τῆς ἀπολογίας φησὶ, μὴ τὸν θάνατον τοῦ πατρὸς προβαλλόμενος λέγε, ὡς δι’ ἐκεῖνον τὴν μητέρα ἀποκτείνας εἰς τὰ παρόντα ἐμπέπτωκας. Gu. I.

ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά
: τῶν συμβάντων πραγμάτων. B.M. ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ
κατέκρινεν αὐτὸν, ὁ Ὀρέστης φησὶν ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι, δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρὶ, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγων ὅτι ὁ Ἀπόλλων ἔκρινε, καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴ γε θεὸς ὁ κρίνας καὶ κελεύσας, εἶτα ὁ Μενέλαος· τοῦτο τὸ δεινὸν ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ οὐκ οἶδα, τοῦτο δὲ οἶδα, ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἂν εἰσὶν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον; εἶτα Ὀρέστης· ἴσως ἐλεήσει· ἀεὶ γὰρ βραδύνει τὸ θεῖον. A. B.M.I.

Ἄλλως. ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει, ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι καὶ καθεξῆς τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων,

εὐπαίδευτα δ’ ἀποτρέπου λέγειν, ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα τὸ Εὐμενίδες, παρὰ τὸ εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν, καὶ λέγε δήπουθεν τὸ οἰκεῖον αὐταῖς ὄνομα, ἤ αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι. πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτακτικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας, ὁ δ’ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους, ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεπέμψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου, ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα, κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοὶ, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνος, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθὲν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον, ἤτοι βραδύνει, ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρὸς αἱ θεαί, ἤτοι ἀπῄτησαν. ἔκλεψε δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί, ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ὡς ταχὺ μετῆλθον αἷμα μητρός.

Φοῖβος κελεύσας
: ἀπὸ κοινοῦ οὕτως συντάξεις, ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου. τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρεῖσσον γὰρ ἦν ἡ αἰτία ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρὸς τοῦ θεὸν. . . . . . A.