Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

383.

ἀφύλλου στόματος
: εἰώθασιν οἱ παλαιοὶ, ὅτε ἱκέτευον τοὺς ὑπερέχοντας, φέρειν ἐν χερσὶ στέφανον ἐκ φύλλων ἢ δάφνης ἢ ἐλαίας. ὁ δὲ νοῦς τοιοῦτος· πρὶν διηγήσομαι τὰ ἐμὰ κακὰ, ἅπτομαι τῶν σῶν γονάτων, ἐξάπτων καὶ φέρων παρακλήσεις ἐξ ἀφύλλου στόματος, τουτέστι
μόνον διὰ λόγων δέομαι, καὶ οὐ προτείνω κλάδον, ὡς ἔθος. ἢ τὸ ἀφύλλου στόματος νοητέον ἀντὶ τοῦ καταξήρου ὑπὸ τῆς νόσου· περιαιρεθέντων γὰρ τῶν φύλλων ἐκ τῶν δένδρων ξηρὰ τὰ δένδρα τυγχάνει. διὰ τί δὲ ἐκ δάφνης ἢ ἐξ ἐλαίας φύλλα προέτεινον, καὶ οὐκ ἐξ ἄλλου φυτοῦ; φαμὲν ὡς ἐπεὶ ταῦτα τὰ φυτὰ ἀειθαλῆ τυγχάνει καὶ ἱερά· ἡ μὲν γὰρ δάφνη τῷ Ἀπόλλωνι ὡς μαντικῷ ἀνετίθετο, ἡ δὲ ἐλαία τῇ Ἀθηνᾷ ὡς καταδειξάσῃ πρώτῃ αὐτὴν ἐν Ἀθήναις. διὰ τοῦτο ἐξιλεοῦντο τούτοις μόνοις, καὶ οὐκ ἄλλοις τισὶ φυτοῖς. Gu. I.

ἀφύλλου στόματος
: ἀντὶ τοῦ ἄνευ στεμμάτων. M. ὅτι τὴν φυλλάδα ἱκετεύοντες προύτεινον, ὡς παρ’ Ὁμήρῳ ὁ Χρύσης στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος· ἢ κέκληται φυλλὰς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας, ἢ δάφνης, ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος ἐστὶ καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρ’ ὅσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαῖος Ἀζᾶσι νῦν οὖν ἡμεῖς ἱκέται θαλλούς τε θεῶν τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν, λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον, ἀντὶ τοῦ ἄνευ ἱκετηρίας, ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ τὸ πολὺ ξηρὰ εὑρίσκεται. B.M.I.

ἀφύλλου στόματος ἐξάπτων λιτάς
: τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἰ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπιφέρονται νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ
εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι καὶ κωλυόμενος τοῦ ἐκ στόματος προαγομένου ταύτας προσάγω. A.

Ἄλλως.

ἱκέτης ἀφύλλου στόματος
: ἄνευ στέμματος. τὴν γὰρ φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ Χρύσης στέμματ’ ἔχων. ἐπεὶ οὖν ἔθος τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνον ἱκεσίαν ποιεῖσθαι. τινὲς δὲ ἀφύλλου τοῦ κατεξηραμμένου διὰ τὴν νόσον, ἀντὶ τοῦ ἄνευ ἱκετηρίας, ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ξηρὰ εὑρίσκονται. A.C.