Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

373.

ὡς εὐτυχοῦντας
: κακοήθως, ὡς ὑγιῶς ἔχοντας. A.C. Ἄλλως. εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι,
βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτῶν προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἐφεδρεύων τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται. ἀλλὰ τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην, καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα, ὡς σωζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον· τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς. A. B. C.M.I.

ἀλικτύπων
: τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν. B.M.

ἁλιτύπων
: ἁλιέων, οἳ ταῖς κώπαις τύπτουσι τὴν θάλασσαν Laud. 89. Gr.

ἀνόσιον φόνον λέγει τὸν τῆς Κλυταιμνήστρας, ὅτι ὑπὸ τοῦ ταύτης υἱοῦ Ὀρέστου ἐπράχθη. δέον δὲ εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας. ἔδει γὰρ αὐτὴν οὐχ ἅπαξ, ἀλλὰ καὶ μυριάκις ἀπολωλέναι, αὐτόχειρα, ἤτοι φονέα, τοῦ οἰκείου ἀνδρὸς γενομένην, ἀλλ’ οὖν ὑπ’ ἄλλου του, καὶ οὐχ ὑπὸ Ὀρέστου τοῦτο γεγενῆσθαι. Gu. I.