Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

37.

μανίαισιν
: νόσοις μανικαῖς. Gu.

ὀνομάζειν
: ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς τὰς Ἐρινῦς. οὐκ ὀνομάζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων, Τισιφόνη, Μέγαιρα καὶ Ἀλληκτώ. A. B. MI. ὄνομα ἡ λέξις καὶ ὀνομάζειν τὸ λέγειν. Gu.

ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς Εὐμενίδας
: τουτέστιν εὐλαβοῦμαι λέγειν ὅτι αἱ Εὐμενίδες, ἤγουν αἱ Ἐριννύες, ποιοῦσιν αὐτὸν μαίνεσθαι, αἳ τοῦτον ἐξαμιλλῶνται καὶ ἐλαύνουσιν ἐν φόβῳ. ἔστι δὲ τὸ σχῆμα κατὰ παράλειψιν· ὃ γὰρ ηὐλαβεῖτο λέγειν εἴρηκεν. οἱ δὲ πολλοὶ οὕτω νοοῦσιν· αἰδοῦμαι τὰς Εὐμενίδας λέγειν θεὰς, ἀντὶ τοῦ εὐλαβοῦμαι λέγειν αὐτὰς εἶναι τοῦ θείου γένους, ὡς κακῶν παρεκτικάς. τὸ δὲ ἐξαμιλλῶνται εἶπεν, ἐπειδὴ οἱ ἀγωνιζόμενοι πρὸς ἀλλήλους ἐν γυμνασίοις ἄνω καὶ κάτω στρέφονται τοῖς ἀγωνίσμασιν. Gu. I.