Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

341.

ἀνὰ δὲ λαῖφος
: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις καὶ ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον ἡ τύχη τῶν ἀνθρώπων. ἢ οὕτως· κλύζεσθαι παρεσκεύασέ τις θεὸς τὸν ὄλβον ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος αὐτὰρ ἐπεὶ παύσαντο πόνου. ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ. B. M.I.

Ἄλλως. ἀνατινάξας δέ τις δαίμων ἤ τις δαιμόνων αὐτὸν, δηλονότι τὸν ὄλβον, ὥσπερ λαῖφος ἀκάτου θοῆς κατέκλυσεν ὥσπερ ἐν κύμασι πόντου λάβροις ὀλεθρίοις. τὸ δὲ δεινῶν πόνων διὰ μέσου, ἀντὶ τοῦ φεῦ, ἕνεκα τῶν δεινῶν πόνων. Gr. I. Ἄλλως. τὸ λάβροις ὀλεθρίοις ἐν κύμασι πρὸς τὸ δεινῶν πόνων σύναπτε, καὶ μὴ λάμβανε ὑπό ἔξωθεν, μηδὲ ὡς πόντου μετὰ τόνου τὸ ὥς ἔκφερε, ὥς τινές φασιν, οὕτω δὲ, ὁ μέγας ὄλβος καὶ ἡ μεγάλη εὐδαιμονία οὐ μόνι μος καὶ διηνεκής ἐστιν ἐν τοῖς βροτοῖς· ἀνατινάξας δὲ καὶ ταράξας αὐτόν τις δαίμων, ὥσπερ λαῖφος ἀκάτου καὶ νηὸς θοᾶς καὶ ταχείας, κατέκλυσε καὶ ἠφάνισεν ἐν λάβροις καὶ σφοδροῖς ὀλεθρίοις κύμασι δεινῶν πόνων καὶ δυστυχιῶν, ὥσπερ πόντου κύμασι δηλονότι. ἰστέον δὲ ὅτι, ἐπειδὴ λαῖφος εἶπε, διὰ τοῦτο καὶ κατέκλυσεν εἶπε καὶ κύμασι, δεικνὺς ὅτι ἡ τοῦ ὄλβου ἀνατροπὴ ἀνατροπῇ λαίφους ἔοικε καὶ αἱ τῶν δεινῶν πόνων ἐπελεύσεις κύμασιν ὀλεθρίοις. τὸ δὲ θεογόνων

γάμων λέγει, ἐπειδὴ καὶ ὁ Τάνταλος υἱὸς ἦν Διός. Gu. I. ἢ οὕτω. κατέκλυσε δὲ αὐτόν τις δαίμων, ὥσπερ ἐν λάβροις ὀλεθρίοις κύμασι δεινῶν πόνων, ὥσπερ κατακλύζει λαῖφος ἀκάτου θοᾶς ἐν λάβροις ὀλεθρίοις κύμασι πόντου, ἀνατινάξας καὶ ἀνατρέψας τοῦτον. Gu.