Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

333.

τίς ἔλεος
: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ τίς ἀντὶ τοῦ οὐδεὶς, ἵν’ ᾖ ὁ νοῦς οὕτως, τίς ἔλεος γενήσεται τῷ Ὀρέστῃ, ἀντὶ τοῦ οὐδεὶς ἐλεήσει σε, Ὀρέστα. Ἄλλως. τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει; τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων, τουτέστιν ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας. Ἢ καὶ ἄλλως. τίς ἐλεήσει αὐτὸν, ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί; οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. Ἄλλως. τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ ἕλκων αὐτὸν τῇ
μανίᾳ καὶ ἀναβακχεύων κατὰ τὸν οἶκον, ὅστις ἀλάστωρ ἐγείρει τὸ αἷμα τῆς μητρός. B. M.I.

Ἄλλως. τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρὸς πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν τὸ ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, κατὰ τὸν οἶκον τῶν ἀλαστόρων. καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου; ἡ δὲ παρακοπὴ, οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ; τοιοῦτος γὰρ αὐτῷ ἀγὼν ὁ ἐκ τῶν Ἐριννύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος. μετέβαλλε δ’ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν. I.

τίς ὅδ’ ἀγών
: τίς ὅδε ὁ κίνδυνος φόνιος ἔρχε ται, παροξύνων σὲ τὸν μέλεον, ὃς δάκρυα δάκρυσι συνάπτει, τίς, λέγω, τῶν ἐχθρῶν, πορεύων εἰς τὸν δόμον τὸ αἷμα, ἤγουν τὸν φόνον τῆς σῆς μητρὸς, ὃ σὲ ἀναβακχεύει. Gr. I.

τίς ἔλεος
: ἔσται σοὶ τῷ Ὀρέστῃ. Gu. ἀντὶ τοῦ, πόθεν ἂν γίνοιτο ἔλεος. Gr.

ἀγών
: κίνδυνος, νόσος, ἡ καταλαμβάνουσά σε μανία. Gu.