Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

323. τὸ δὲ τινύμεναι δίκαν ἀντὶ τοῦ τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου. A.B.M.I.

Ἄλλως. πῶς δὲ ἐνταῦθα λέγει τιννύμεναι φόνον; οὐ γὰρ ἀνταποδιδοῦσιν αὗται φόνον, ἀλλὰ μᾶλλον ἐκδικοῦσι τοὺς φόνους. λέγομεν οὖν ὅτι ἐξ ὧν ποιοῦσι τοὺς φονεῖς μαίνεσθαι παραπλήσιον ποιοῦσιν ὥσπερ ἂν εἰ καὶ ἐφόνευον. ἢ τὸ τιννύμεναι φόνον ἀντὶ τοῦ τιμωρούμεναι νοητέον τοὺς φονεῖς· τίω γὰρ οὐ μόνον τὸ ἀνταποδί δωμι, ἀλλὰ καὶ τὸ τιμῶ καὶ τὸ τιμωρῶ· ἵν’ ᾖ τὸ μὲν αἵματος τιννύμεναι δίκην ἀντὶ τοῦ ἀναποδιδοῦσαι, τὸ δὲ τιννύμεναι φόνον ἀντὶ τοῦ ἐκδικοῦσαι τὸν φόνον καὶ τιμωρούμεναι τοὺς φονεῖς. ἢ εἰ τὸ φόνων μεγαλογραφεῖται, λάβοις ἂν ἀπὸ κοινοῦ τὸ δίκαν, καὶ τὸ τιννύμεναι, ὡς καὶ τὸ πρῶτον, ἐρεῖς. Gu. αἵματος, ἤγουν λαμβάνουσαι δίκην φόνου, τουτέστι κολάζουσαι διὰ φόνον (φόνου Florr.), ἤγουν φονεύουσαι. Gr. Fl. 6. 9. 21. 56. 57.