Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

318.

Ποτνιάδες
: ἀπὸ τῶν Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον. B. M. μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον, τὸν Βελλεροφόντου πατέρα, ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Γλαῦκος γευσάμενος ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς τὴν θάλασσαν ὁ Ἀνθηδόνος. B.C.M.I.

Ποτνιάδες
: κακομανιοποιοί. Fl. 21. μανιοποιοί. Πότνια γὰρ χώρα ἐστὶ Βοιωτίας, ἔνθα μανεῖσαι αἱ Γλαύκου ἵπποι τὸν ἴδιον δεσπότην Γλαῦκον διεσπάραξαν. Ἄλλως. Ποτνιάδας φησὶ τὰς Ἐρινύας ἀφ’ ἱστορίας τοιαύτης. Πότνιά ἐστι τόπος ἐν τῇ Βοιωτίᾳ· ἐφύοντο γοῦν ἐκεῖ βοτάναι μανίας ἐμποιητικαὶ, εἰς ὃν, ὡς λόγος ἐρεῖ, παραγενόμενος καὶ Γλαῦκος μετὰ τῶν ἵππων αὐτοῦ γευσάμενος τῶν βοτανῶν καὶ ἐμμανεῖσαι διέφθειραν τὸν Γλαῦκον. ἐπειδὴ καὶ Ἐριννύες αἴτιαι μανιῶν εἰσι, διὰ τοῦτο ταύτας φησὶ Ποτνιάδας. Fl. 6. σεβάσμιαι κατ’ εὐφημισμὸν, μανοποιοί. Gu.