Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

28.―33.

Φοίβου δ’ ἀδικίαν
: τοῦ δὲ Ἀπόλλωνος κατὰ τί πρέπει κατηγορεῖν ἀδικίαν; πείθει δὲ, ἀντὶ τοῦ ἔπεισε, τὸν Ὀρέστην κτεῖναι τὴν μητέρα, ἥτις ἐγέννησεν αὐτὸν, πρᾶγμα δηλονότι προστάξας, οὐ φέρον πρὸς ἅπαντας εὔκλειαν καὶ καλὴν φήμην. ὅμως δὲ ἀπέκτεινε πεισθεὶς τῷ θεῷ. καὶ ἐγὼ μετέσχον τοῦ φόνου, καθὰ γυνὴ, τουτέστι συνεβούλευσα, ὁ Πυλάδης τε, μετέσχε τοῦ φόνου δηλονότι, ὃς συνέπραξεν ἡμῖν τάδε. Ι.

28.

Φοίβου δ’ ἀδικίαν
: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος, καὶ δι’ ὧν ἐδόκει μὴ κατ’ αὐτοῦ λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα. τὸ δὲ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ
ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα. πρὸς οὐχ ἅπαντας δὲ τὴν εὔκλειαν φέρειν εἴρηκεν, ἐπειδὴ οἱ μὲν ἐπῄνουν αὐτὸν, οἱ δὲ οὔ. A.B. M.I.

Φοίβου δ’ ἀδικίαν
: οὐ γὰρ πρέπει θεοῖς ἀδικία· ἀγαθῶν γὰρ δοτῆρές εἰσι. τοῦτο δὲ λέγει ὥσπερ δυσχεραίνουσα διὰ τὴν τοῦ ἀδελφοῦ μανίαν· δοκεῖ γὰρ τοῦτο λογιζομένη, ὡς, εἰ δικαίως παρὰ τοῦ Φοίβου ὁ τῆς μητρὸς φόνος ἐθεσπίσθη Ὀρέστῃ, οὐκ ἔδει τοῦτον μανῆναι θεῷ ὑπακούσαντα. Gu.