Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
θέσφατα: κελεύσματα· καὶ γὰρ ἄνωθεν εἶπεν, ὅταν ἀπῄτει τὴν Ἠλέκτραν τὰ τόξα, ὡς Ἀπόλλων αὐτῷ ἐπέταξε μάχεσθαι Ἐριννύσι τοῖς τόξοις. I.
277.
ἔα: ἐκπληκτικὸν ἢ θαυμαστικὸν ἐπίρρημα τὸ ἔα. A.C.M.
ἔα, τί χρῆμ’ ἀλύω: διὰ ποίαν αἰτίαν ἀδημονῶ; B. M. τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη καθ’ ἣν ἀδημονῶ καὶ ἠπόρημαι; παρὰ τὴν ἄλην· ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο. A. B.C. M.I. ἐπὶ ἐκπλήξεως τὸ ἔα. διὰ τί χρῆμα ἐν ἀμηχανίᾳ εἰμὶ, πνεῦμα ἀναπέμπων ἐκ τῶν πνευμόνων; τὸ ἀλύειν δὲ ποτὲ μὲν οἱ ποιηταὶ ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι λαμβάνουσιν, ὡς ἐνταῦθα, καὶ παρὰ τῷ ποιητῇ ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο, ποτὲ δὲ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν, ὡς τὸ ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. I.
278.
ποῖ ποῖ: τὸ ποῖ τοπικόν. ποῦ, ποῦ ἐπηδήσαμεν καὶ ἐκινήθημεν ἀπὸ τῆς κοίτης; ἐκ κυμάτων γὰρ, ἤτοι ἐκ τῆς τοῦ κλύδωνος μανίας καὶ ταραχῆς, βλέπω πάλιν γαληνὰ καὶ ἥσυχα. I.
ἡλάμεσθα: ἐπηδήσαμεν. Gr. ἐκινήθημεν. ἐπλανήθημεν, ἠλαυνόμεθα. Gu.