Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
270.
μανιάσι: πάντες τὸ μανιάσι πρὸς τὸ λυσσήμασι συνάπτοντες οὕτω φασὶ, μανικοῖς λυσσήμασιν, ἀγνοοῦντες ὅτι τὸ μὲν μανιάσι θηλυκόν ἐστι, τὸ δὲ λυσσήμασιν οὐδέτερον. σὺ δὲ τούτους ἐάσας ἀσυνδέτως λέγε κεχωρισμένα οὕτως· εἴ με ἐκφοβοῖεν μανιάσι καὶ μανίαις, ἐν λυσσήμασι καὶ ἐν μανίαις, ἵν’ ὦσιν ἀμφότερα τὸ αὐτό. Gu. I.
μανιάσι λυσσήμασι: ταῖς μανιώδεσι λύσσαις. σχῆμα δέ ἐστι περίφρασις τὸ μανιάσι λυσσήμασιν, ὡς τὸ φοίνικι λίνῳ, ἀρσενικὸν μετὰ οὐδετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσι· μανιώδεσι λυσσήμασιν, ἢ μανίαις καὶ λυσσήμασιν. B. M.I.
271.
βεβλήσεταί τις: τοξευθήσεταί τις ἀπὸ τῶν θεῶν διὰ χειρὸς ἀνθρωπίνης; I.
272.
εἰ μὴ ’ξαμείψει: ναὶ, τοξευθήσεται, εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐριννύων τοῦ ἐμοῦ προσώπου, μακρὰν τῶν ἐμῶν ὀμμάτων. οὐκ ἀκούετε, ὦ Ἐριννύες δηλονότι, οὐχ ὁρᾶτε πτερωτὰς γλυφίδας, λέγω δὲ τὰ βέλη, ἐξερχομένας ἐκ τῶν μακρὰν βαλλόντων τόξων; I.
274.
πτερωτὰς γλυφίδας: τοὺς ἐπτερωμένους ὀϊστούς. Gu.