Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

249.

ἐπίσημον ἔτεκε Τυνδάρεως
: μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν. M. Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο, δι’ ὃ ὀργισθεῖσα ἡ θεὸς διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ἐποίησεν. ἔχει δὲ ἡ χρῆσις οὕτως οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μιᾶς λάθετ’ ἠπιοδώρου Κύπριδος. κείνα δὲ Τυνδάρεω κούραισι χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας. καὶ Ἡσίοδος δέ
τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει,
ἵκετο δ’ ἐς Φυλῆα, φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη προλιποῦσ’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο καὶ εἵλετο χείρον’ ἀκοίτην. ὣς δ’ Ἑλένη ᾕσχυνε λέχος ξανθοῦ Μενελάου.
—A. B. M.I.

ἐπίσημον
: ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον. M. ὁ Τυνδάρεως ἔτεκε γένος θυγατέρων διάδηλον καὶ ἐξάκουστον εἰς τὸν ψόγον. I. ὁ Τυνδάρεως ἐγέννησε γένος θυγατέρων πολυθρύλλητον εἰς ψόγον. C. περιφανές. Gr. ἔκδηλον, ἐξάκουστον. Gu.