Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

245.

ἥκει
: δέχου τὴν πίστωσιν τήνδε τῶν ἐμῶν λόγων, ἐπαγόμενος Ἑλένην ἐκ τῶν Τρωϊκῶν τειχέων. I.

τὸ πιστόν τόδε λόγων
: τὸ ἑξῆς οὕτως, τοῦτο πιστὸν δέχου τῶν ἐμῶν λόγων. οἱ δὲ οὕτω, τὸ πιστὸν τῶν ἐμῶν λόγων δέχου τοῦτο, ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις, πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τῷ
καὶ τὴν Ἑλένην αὐτῷ συνεπιδημῆσαι· ὅπου γὰρ Ἑλένη, πάντως που καὶ Μενέλαος. A. B. C.M.I. ὡς τοῦ τὴν Ἑλένην ἀχθῆναι μολύναντος τὴν εὐπραξίαν Μενελάου. A.M.

246.

Ἑλένην ἀγόμενος
: ἔρχεται ἄγων τὴν Ἑλένην· δέχου τὸ πιστὸν τῶν ἐμῶν λόγων. C. ἄγεταί τις γυναῖκα, ἀντὶ τοῦ λαμβάνει· ἐπάγεται δὲ δοῦλον ἢ ἕτερόν τις, ἀντὶ τοῦ μεθ’ ἑαυτοῦ ἄγει. καὶ ἐπάγεται τόδε ἐν παθητικῇ σημασίᾳ, ἀντὶ τοῦ μεθ’ ἕτερον, ἢ μεθ’ ἕτερα ἄγεται. Gr. I.

247.

εἰ μόνος ἐσώθη
: μᾶλλον ἂν ἦν ζηλωτὸς καὶ μακαριστός. εἰ δὲ ἐπάγεται τὴν σύνευνον, ἥκει ἔχων μέγα κακόν. I.

249.

ἐπίσημον ἔτεκε Τυνδάρεως
: μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν. M. Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο, δι’ ὃ ὀργισθεῖσα ἡ θεὸς διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ἐποίησεν. ἔχει δὲ ἡ χρῆσις οὕτως οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μιᾶς λάθετ’ ἠπιοδώρου Κύπριδος. κείνα δὲ Τυνδάρεω κούραισι χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας. καὶ Ἡσίοδος δέ
τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει,
ἵκετο δ’ ἐς Φυλῆα, φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη προλιποῦσ’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο καὶ εἵλετο χείρον’ ἀκοίτην. ὣς δ’ Ἑλένη ᾕσχυνε λέχος ξανθοῦ Μενελάου.
—A. B. M.I.