Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

213.

ὦ πότνια λήθη
: οἱ γὰρ δυστυχοῦντες εὔχονται τῶν κακῶν οἷς σύνεισιν ἀπηλλάχθαι καὶ εἰς λήθην ἐλθεῖν. διὰ τοῦτο καὶ ὁ Ὀρέστης ἐν τῷ καθεστηκότι γενόμενος καὶ τῆς μανίας ἐπ’ ὀλίγον ἀπαλλαγεὶς τὴν τῶν κακῶν λήθην πότνιαν καλεῖ καὶ εὐκταίαν τοῖς δυστυχοῦσι θεόν. Gu. I.

πότνιαν εἶπε τὴν λήθην τῶν κακῶν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. A. B.C. M.I. Ἄλλως. ἔοικε τὴν Λητὼ καλεῖν οὗτος· ὑπνοῦντες γὰρ νυκτὸς πάντων ἐπιλανθανόμεθα. τὸ δὲ πότνια λέγει, ὅτι οἱ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν μετὰ δακρύων. I.

τὸ δὲ ὡς εἰ σοφή ἀντὶ τοῦ λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλόν τι χρῆμα τῶν κακῶν ἡ λήθη. A. B. C.M.I.

ὦ πότνια λήθη
: λήθη, ἤγουν τῶν κακῶν, ὁ ὕπνος ὑπάρχει· ὅσας γὰρ ἂν λύπας ἔχῃ ἄνθρωπος, ὑπνώσας λανθάνεται αὐτῶν. οὕτω καὶ ὁ Ὀρέστης ὑπνώσας ἐπελάθετο τῶν κακῶν ὧν εἶχεν, ἤγουν τῆς μανίας καὶ τοῦ φόνου τῆς μητρός. ὡς ἔοικε δὲ, κατεκλίθη ἐν οἵῳ τρόπῳ ἔφθασε δαιμονιζόμενος, εἶτα ἐλθὼν ἐν φρονήσει καὶ ἐξυπνίσας λέγει· ἀπὸ ποίου τόπου καὶ πότε ἦλθον ἐνταῦθα· ἀμνημονῶ γὰρ ἀπολειφθεὶς τῶν πρὶν φρενῶν, ἤγουν στερηθεὶς τῶν μανιωδῶν καὶ ἐφθαρμένων φρενῶν, καὶ εἰς νοῦν ἐλθὼν ἀρτίως τῶν ὑγιῶν φρενῶν ἐγνώρισα ποῦ εἰμί. ἢ ἄλλως· ἀπολειφθεὶς τῶν πρότερον σώων φρενῶν καὶ μαινόμενος γεγονὼς ἀμνημονῶ ποῦ ἦλθον καὶ ποῦ εἰμί. Fl. 59.

κακῶν
: τῶν ἀλγεινῶν, τῶν δυστυχιῶν. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.